Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.166 Joseph. AJ 1.172 (English) >>Joseph. AJ 1.177

1.170λαβὼν δʼ αὐτὸς τὴν ὑπʼ ἐκείνου καταλελειμμένην ὑπώρειαν ᾤκει ἐν τῇ Ναβρῶ πόλει· παλαιοτέρα δέ ἐστιν ἔτεσιν ἑπτὰ πρὸ Τάνιδος τῆς Αἰγύπτου. Λῶτος δὲ τὴν πρὸς τὸ πεδίον κειμένην καὶ ποταμὸν Ἰορδάνην εἶχεν οὐκ ἄπωθεν τῆς Σοδομιτῶν πόλεως, τότε μὲν ἦν ἀγαθή, νῦν δὲ ἠφάνισται κατὰ βούλησιν θεοῦ. τὴν δὲ αἰτίαν κατὰ χώραν σημανῶ. 1.171

Κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν Ἀσσυρίων κρατούντων τῆς Ἀσίας Σοδομίταις ἤνθει τὰ πράγματα εἴς τε πλοῦτον αὐτῶν ἐπιδεδωκότων καὶ νεότητα πολλήν· βασιλεῖς δὲ αὐτοῖς πέντε διεῖπον τὴν χώραν, Βάλας Βαλαίας Συναβάνης καὶ Συμμόβορος τε Βαλήνων βασιλεύς· μοίρας δʼ ἦρχον ἕκαστος ἰδίας. 1.172ἐπὶ τούτους στρατεύσαντες Ἀσσύριοι καὶ μέρη τέσσαρα ποιήσαντες τῆς στρατιᾶς ἐπολιόρκουν αὐτούς· στρατηγὸς δʼ ἑκάστοις ἦν εἷς ἐπιτεταγμένος. γενομένης δὲ μάχης νικήσαντες οἱ Ἀσσύριοι φόρον ἐπιτάσσουσι τοῖς Σοδομιτῶν βασιλεῦσι. 1.173δώδεκα μὲν οὖν ἔτη δουλεύοντες καὶ τοὺς ἐπιταχθέντας αὐτοῖς φόρους τελοῦντες ὑπέμειναν, τῷ δὲ τρισκαιδεκάτῳ ἀπέστησαν, καὶ διαβαίνει στρατὸς Ἀσσυρίων ἐπʼ αὐτοὺς στρατηγούντων Ἀμαραψίδου Ἀριόχου Χοδολαμόρου Θαδάλου. 1.174οὗτοι τήν τε Συρίαν ἅπασαν διηρπάσαντο καὶ τοὺς τῶν Γιγάντων ἀπογόνους κατεστρέψαντο, γενόμενοι δὲ κατὰ τὰ Σόδομα στρατοπεδεύουσι κατὰ τὴν κοιλάδα τὴν λεγομένην φρέατα ἀσφάλτου· κατʼ ἐκεῖνον γὰρ τὸν καιρὸν φρέατα ἦν ἐν τῷ τόπῳ, νῦν μέντοι τῆς Σοδομιτῶν πόλεως ἀφανισθείσης κοιλὰς ἐκείνη λίμνη γέγονεν Ἀσφαλτῖτις λεγομένη.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.166 Joseph. AJ 1.172 (English) >>Joseph. AJ 1.177

Powered by PhiloLogic